ὅς 誰、哪個、什麼
Strong G3739・關係代名詞・新約出現 1408 次・英文:who, which, what, that
中文義項
- 誰;哪個;什麼;那個人;那件事:對任何實體、事件或狀態的相對指向,可以是在直接上下文中明確出現,或在語段或背景中清楚暗示(1025 次)
- 即;意即;意思是;就是:表示解釋或澄清,用同一種或不同的語言(15 次)
who, which, what, that.
字形
- ὃς 關係代名詞 主格 單數 陽性(187 次)
- ὃν 關係代名詞 直接受格 單數 陽性(163 次)
- ὃ 關係代名詞 直接受格 單數 中性(162 次)
- οὗ 關係代名詞 所有格 單數 陽性(97 次)
- ἣν 關係代名詞 直接受格 單數 陰性(95 次)
- ἃ 關係代名詞 直接受格 複數 中性(90 次)
- ᾧ 關係代名詞 間接受格 單數 陽性(78 次)
- οὓς 關係代名詞 直接受格 複數 陽性(51 次)
- ἧς 關係代名詞 所有格 單數 陰性(49 次)
- ὧν 關係代名詞 所有格 複數 中性(44 次)
- ὃ 關係代名詞 主格 單數 中性(41 次)
- ᾧ 關係代名詞 間接受格 單數 中性(40 次)
- ᾗ 關係代名詞 間接受格 單數 陰性(37 次)
- οἳ 關係代名詞 主格 複數 陽性(31 次)
- ὧν 關係代名詞 所有格 複數 陽性(31 次)
- ὅ 關係代名詞 主格 單數 中性(30 次)
- οἷς 關係代名詞 間接受格 複數 陽性(26 次)
- ὅς 關係代名詞 主格 單數 陽性(20 次)
- ἃ 關係代名詞 主格 複數 中性(19 次)
- οὗ 關係代名詞 所有格 單數 中性(19 次)
- οἷς 關係代名詞 間接受格 複數 中性(19 次)
- αἷς 關係代名詞 間接受格 複數 陰性(14 次)
- Ὃς 關係代名詞 主格 單數 陽性(12 次)
- ὅ 關係代名詞 直接受格 單數 中性(9 次)
- ὧν 關係代名詞 所有格 複數 陰性(5 次)
- Ὃ 關係代名詞 直接受格 單數 中性(5 次)
- Ὃν 關係代名詞 直接受格 單數 陽性(4 次)
- αἳ 關係代名詞 主格 複數 陰性(4 次)
- ἣ 關係代名詞 主格 單數 陰性(4 次)
- ἅ 關係代名詞 主格 複數 中性(4 次)
- Ἃ 關係代名詞 直接受格 複數 中性(3 次)
- ἥν 關係代名詞 直接受格 單數 陰性(3 次)
- οἵ 冠詞 主格 複數 陽性(3 次)
- Ὅ 關係代名詞 直接受格 單數 中性(2 次)
- ἃς 關係代名詞 直接受格 複數 陰性(2 次)
- Οὓς 關係代名詞 直接受格 複數 陽性(1 次)
- Οἷς 關係代名詞 間接受格 複數 陽性(1 次)
- ἅ 關係代名詞 直接受格 複數 中性(1 次)
- Ὃ 關係代名詞 主格 單數 中性(1 次)
- αἵ 關係代名詞 主格 複數 陰性(1 次)
出處(第 22 / 29 頁)
腓立比書 4:9 ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσται μεθ’ ὑμῶν.
你們在我身上所學習的、所領受的、所聽見的、所看見的、這些事你們都要去行.賜平安的神、就必與你們同在。
腓立比書 4:10 Ἐχάρην δὲ ἐν κυρίῳ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν, ἐφ’ ᾧ καὶ ἐφρονεῖτε ἠκαιρεῖσθε δέ.
我靠主大大的喜樂、因爲你們思念我的心、如今又發生.你們向來就思念我、只是沒得機會。
腓立比書 4:11 οὐχ ὅτι καθ’ ὑστέρησιν λέγω, ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι·
我並不是因缺乏說這話、我無論在甚麼景况、都可以知足、這是我已經學會了.
歌羅西書 1:4 ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ καὶ τὴν ἀγάπην ἣν ἔχετε εἰς πάντας τοὺς ἁγίους
因聽見你們在基督耶穌裏的信心、並向衆聖徒的愛心.
歌羅西書 1:5 διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου
是爲那給你們存在天上的盼望.這盼望就是你們從前在福音眞理的道上所聽見的.
歌羅西書 1:6 τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ ἐστὶν καρποφορούμενον καὶ αὐξανόμενον καθὼς καὶ ἐν ὑμῖν, ἀφ’ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ·
這福音傳到你們那裏、也傳到普天之下、並且結果增長、如同在你們中間、自從你們聽見福音、眞知道神恩惠的日子一樣.
歌羅西書 1:7 καθὼς ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστιν πιστὸς ὑπὲρ ἡμῶν διάκονος τοῦ Χριστοῦ,
正如你們從我們所親愛、一同作僕人的以巴弗所學的.他爲我們(有古卷作你們)作了基督忠心的執事.
歌羅西書 1:9 Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ,
因此、我們自從聽見的日子、也就爲你們不住的禱告祈求、願你們在一切屬靈的智慧悟性上、滿心知道神的旨意.
歌羅西書 1:13 ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ,
他救了我們脫離黑暗的權勢、把我們遷到他愛子的國裏.
歌羅西書 1:14 ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν·
我們在愛子裏得蒙救贖、罪過得以赦免。
歌羅西書 1:15 ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως,
愛子是那不能看見之神的像、是首生的、在一切被造的以先.
歌羅西書 1:18 καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων,
他也是教會全體之首.他是元始、是從死裏首先復生的、使他可以在凡事上居首位。
歌羅西書 1:23 εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.
只要你們在所信的道上恆心、根基穩固、堅定不移、不至被引動失去(原文作離開)福音的盼望.這福音就是你們所聽過的、也是傳與普天下萬人聽的.(萬人原文作凡受造的)我保羅也作了這福音的執事。
歌羅西書 1:23 εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.
只要你們在所信的道上恆心、根基穩固、堅定不移、不至被引動失去(原文作離開)福音的盼望.這福音就是你們所聽過的、也是傳與普天下萬人聽的.(萬人原文作凡受造的)我保羅也作了這福音的執事。
歌羅西書 1:24 Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία,
現在我爲你們受苦、倒覺歡樂、並且爲基督的身體、就是爲教會、要在我肉身上補滿基督患難的缺欠。
歌羅西書 1:25 ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεοῦ,
我照神爲你們所賜我的職分、作了教會的執事、要把神的道理傳得全備.
歌羅西書 1:27 οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅ ἐστιν Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης·
神願意叫他們知道、這奧祕在外邦人中有何等豐盛的榮耀.就是基督在你們心裏成了有榮耀的盼望.
歌羅西書 1:27 οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅ ἐστιν Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης·
神願意叫他們知道、這奧祕在外邦人中有何等豐盛的榮耀.就是基督在你們心裏成了有榮耀的盼望.
歌羅西書 1:28 ὃν ἡμεῖς καταγγέλλομεν νουθετοῦντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ·
我們傳揚他、是用諸般的智慧、勸戒各人、教導各人.要把各人在基督裏完完全全的引到神面前.
歌羅西書 1:29 εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει.
我也爲此勞苦、照着他在我裏面運用的大能、盡心竭力。
歌羅西書 2:3 ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι.
所積蓄的一切智慧知識、都在他裏面藏着。
歌羅西書 2:10 καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας,
你們在他裏面也得了豐盛。他是各樣執政掌權者的元首.
歌羅西書 2:11 ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ,
你們在他裏面、也受了不是人手所行的割禮、乃是基督使你們脫去肉體情慾的割禮.
歌羅西書 2:12 συνταφέντες αὐτῷ ἐν τῷ βαπτισμῷ, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν·
你們旣受洗與他一同埋葬、也就在此與他一同復活.都因信那叫他從死裏復活神的功用。
歌羅西書 2:14 ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ·
又塗抹了在律例上所寫、攻擊我們有礙於我們的字據、把他撤去、釘在十字架上.
歌羅西書 2:17 ἅ ἐστιν σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα τοῦ Χριστοῦ.
這些原是後事的影兒.那形體卻是基督。
歌羅西書 2:18 μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ ἑόρακεν ἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ,
不可讓人因着故意謙虛、和敬拜天使、就奪去你們的獎賞.這等人拘泥在所見過的、(有古卷作這等人窺察所沒有見過的)隨着自己的慾心、無故的自高自大、
歌羅西書 2:19 καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ.
不持定元首、全身旣然靠着他筋節得以相助聯絡、就因神大得長進。
歌羅西書 2:22 ἅ ἐστιν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων;
這都是照人所吩咐所教導的。說到這一切、正用的時候就都敗壞了。
歌羅西書 3:6 δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας·
因這些事、神的忿怒必臨到那悖逆之子。
歌羅西書 3:7 ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν τούτοις·
當你們在這些事中活着的時候、也曾這樣行過。
歌羅西書 3:14 ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην, ὅ ἐστιν σύνδεσμος τῆς τελειότητος.
在這一切之外、要存着愛心.愛心就是聯絡全德的。
歌羅西書 3:15 καὶ ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε.
又要叫基督的平安在你們心裏作主.你們也爲此蒙召、歸爲一體.且要存感謝的心。
歌羅西書 3:17 καὶ πᾶν ὅ τι ἐὰν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ θεῷ πατρὶ δι’ αὐτοῦ.
無論作甚麼、或說話、或行事、都要奉主耶穌的名、藉着他感謝父神。
歌羅西書 3:23 ὃ ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις,
無論作甚麼、都要從心裏作、像是給主作的、不是給人作的。
歌羅西書 3:25 ὁ γὰρ ἀδικῶν κομίσεται ὃ ἠδίκησεν, καὶ οὐκ ἔστιν προσωπολημψία.
那行不義的、必受不義的報應.主並不偏待人。
歌羅西書 4:3 προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι’ ὃ καὶ δέδεμαι,
也要爲我們禱告、求神給我們開傳道的門、能以講基督的奧祕、(我爲此被捆鎖)
歌羅西書 4:8 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν,
我特意打發他到你們那裏去、好叫你們知道我們的光景、又叫他安慰你們的心。
歌羅西書 4:9 σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωρίσουσιν τὰ ὧδε.
我又打發一位親愛忠心的兄弟阿尼西母同去.他也是你們那裏的人。他們要把這裏一切的事都告訴你們。
歌羅西書 4:10 Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρναβᾶ (περὶ οὗ ἐλάβετε ἐντολάς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθε αὐτόν),
與我一同坐監的亞里達古問你們安。巴拿巴的表弟馬可也問你們安。(說到這馬可、你們已經受了吩咐.他若到了你們那裏、你們就接待他。)
歌羅西書 4:17 καὶ εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίῳ, ἵνα αὐτὴν πληροῖς.
要對亞基布說、務要謹愼、盡你從主所受的職分。
帖撒羅尼迦前書 1:10 καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ἐκ τῆς ὀργῆς τῆς ἐρχομένης.
等候他兒子從天降臨、就是他從死裏復活的、那位救我們脫離將來忿怒的耶穌。
帖撒羅尼迦前書 2:13 Καὶ διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ’ ἡμῶν τοῦ θεοῦ ἐδέξασθε οὐ λόγον ἀνθρώπων ἀλλὰ καθὼς ἀληθῶς ἐστὶν λόγον θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν.
爲此、我們也不住的感謝神、因你們聽見我們所傳神的道、就領受了、不以爲是人的道、乃以爲是神的道.這道實在是神的、並且運行在你們信主的人心中。
帖撒羅尼迦前書 3:9 τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν ἐπὶ πάσῃ τῇ χαρᾷ ᾗ χαίρομεν δι’ ὑμᾶς ἔμπροσθεν τοῦ θεοῦ ἡμῶν,
我們在神面前、因着你們甚是喜樂、爲這一切喜樂、可用何等的感謝、爲你們報答神呢。
帖撒羅尼迦前書 5:24 πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.
那召你們的本是信實的、他必成就這事。
帖撒羅尼迦後書 1:4 ὥστε αὐτοὺς ἡμᾶς ἐν ὑμῖν ἐγκαυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε,
甚至我們在神的各教會裏爲你們誇口、都因你們在所受的一切逼迫患難中、仍舊存忍耐和信心.
帖撒羅尼迦後書 1:5 ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε,
這正是神公義判斷的明證.叫你們可算配得神的國、你們就是爲這國受苦。
帖撒羅尼迦後書 1:11 εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ θεὸς ἡμῶν καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει,
因此、我們常爲你們禱告、願我們的神看你們配得過所蒙的召.又用大能成就你們一切所羨慕的良善、和一切因信心所作的工夫.
帖撒羅尼迦後書 2:8 καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ κύριος Ἰησοῦς ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ,
那時這不法的人、必顯露出來.主耶穌要用口中的氣滅絕他、用降臨的榮光廢掉他。
帖撒羅尼迦後書 2:9 οὗ ἐστιν ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασιν ψεύδους
這不法的人來、是照撒但的運動、行各樣的異能神蹟、和一切虛假的奇事、