ὑπάρχω 是、財產、產業
Strong G5225・動詞・新約出現 60 次・英文:I am, exist, am in possession
中文義項
- 是:處於一種狀態中,通常暗指一系列特定情況(32 次)
- 是:與……相同(7 次)
- 存在;屬於:存在,特別是關於所有權(4 次)
- 屬於;擁有;有:屬於某人的(4 次)
- 財產;產業:(ὑπάρχω「屬於」 的中性複數分詞)構成某人財產的東西(15 次)
I begin, am, exist, am in possession.
字形
- ὑπάρχων 動詞 現在式 主動語態 分詞 主格 單數 陽性(15 次)
- ὑπάρχοντες 動詞 現在式 主動語態 分詞 主格 複數 陽性(6 次)
- ὑπάρχειν 動詞 現在式 主動語態 不定詞(6 次)
- ὑπαρχόντων 動詞 現在式 主動語態 分詞 所有格 複數 中性(5 次)
- ὑπῆρχεν 動詞 未完成式 主動語態 直說語氣 第三人稱 單數(5 次)
- ὑπάρχοντα 動詞 現在式 主動語態 分詞 直接受格 複數 中性(4 次)
- ὑπάρχουσιν 動詞 現在式 主動語態 分詞 間接受格 複數 中性(3 次)
- ὑπάρχει 動詞 現在式 主動語態 直說語氣 第三人稱 單數(3 次)
- ὑπάρχοντα 動詞 現在式 主動語態 分詞 主格 複數 中性(2 次)
- ὑπῆρχον 動詞 未完成式 主動語態 直說語氣 第三人稱 複數(2 次)
- ὑπάρχοντος 動詞 現在式 主動語態 分詞 所有格 單數 陽性(2 次)
- ὑπάρχοντας 動詞 現在式 主動語態 分詞 直接受格 複數 陽性(1 次)
- ὑπάρχοντα 動詞 現在式 主動語態 分詞 直接受格 單數 陽性(1 次)
- ὑπάρχοντος 動詞 現在式 主動語態 分詞 所有格 單數 中性(1 次)
- ὑπάρχουσιν 動詞 現在式 主動語態 直說語氣 第三人稱 複數(1 次)
- ὑπαρχούσης 動詞 現在式 主動語態 分詞 所有格 單數 陰性(1 次)
- ὑπάρχοντά 動詞 現在式 主動語態 分詞 直接受格 複數 中性(1 次)
- ὑπάρχωσιν 動詞 現在式 主動語態 假設語氣 第三人稱 複數(1 次)
出處(第 1 / 2 頁)
馬太福音 19:21 ἔφη αὐτῷ ὁ Ἰησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι.
耶穌說、你若願意作完全人、可去變賣你所有的、分給窮人、就必有財寶在天上、你還要來跟從我。
馬太福音 24:47 ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
我實在告訴你們、主人要派他管理一切所有的。
馬太福音 25:14 Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ,
天國又好比一個人要往外國去、就叫了僕人來、把他的家業交給他們.
路加福音 7:25 ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.
你們出去到底是要看甚麼.要看穿細輭衣服的人麼。那穿華麗衣服宴樂度日的人、是在王宮裏。
路加福音 8:3 καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου καὶ Σουσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτοῖς ἐκ τῶν ὑπαρχόντων αὐταῖς.
又有希律的家宰苦撒的妻子約亞拿、並蘇撒拿、和好些別的婦女、都是用自己的財物供給耶穌和門徒。
路加福音 8:41 καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάϊρος, καὶ οὗτος ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ,
有一個管會堂的、名叫睚魯、來俯伏在耶穌脚前、求耶穌到他家裏去.
路加福音 9:48 καὶ εἶπεν αὐτοῖς· Ὃς ἂν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται, καὶ ὃς ἂν ἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με· ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ἐστιν μέγας.
對他們說、凡爲我名接待這小孩子的、就是接待我.凡接待我的、就是接待那差我來的.你們中間最小的、他便爲大。
路加福音 11:13 εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν.
你們雖然不好、尚且知道拿好東西給兒女。何况天父、豈不更將聖靈給求他的人麼。
路加福音 11:21 ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ·
壯士披掛整齊、看守自己的住宅、他所有的都平安無事.
路加福音 12:15 εἶπεν δὲ πρὸς αὐτούς· Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτῷ.
於是對衆人說、你們要謹愼自守、免去一切的貪心.因爲人的生命、不在乎家道豐富。
路加福音 12:33 πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει·
你們要變賣所有的、賙濟人.爲自己豫備永不壞的錢囊、用不盡的財寶在天上、就是賊不能近、蟲不能蛀的地方。
路加福音 12:44 ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
我實在告訴你們、主人要派他管理一切所有的。
路加福音 14:33 οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται εἶναί μου μαθητής.
這樣、你們無論甚麼人、若不撇下一切所有的、就不能作我的門徒。
路加福音 16:1 Ἔλεγεν δὲ καὶ πρὸς τοὺς μαθητάς· Ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ.
耶穌又對門徒說、有一個財主的管家.別人向他主人告他浪費主人的財物。
路加福音 16:14 Ἤκουον δὲ ταῦτα πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεμυκτήριζον αὐτόν.
法利賽人是貪愛錢財的、他們聽見這一切話、就嗤笑耶穌。
路加福音 16:23 καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ.
他在陰間受痛苦、舉目遠遠的望見亞伯拉罕、又望見拉撒路在他懷裏.
路加福音 19:8 σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον· Ἰδοὺ τὰ ἡμίσιά μου τῶν ὑπαρχόντων, κύριε, τοῖς πτωχοῖς δίδωμι, καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν.
撒該站着、對主說、主阿、我把所有的一半給窮人.我若訛詐了誰、就還他四倍。
路加福音 23:50 Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων, ἀνὴρ ἀγαθὸς καὶ δίκαιος—
有一個人名叫約瑟、是個議士、爲人善良公義.
使徒行傳 2:30 προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ,
大衞旣是先知、又曉得神曾向他起誓、要從他的後裔中、立一位坐在他的寶座上.
使徒行傳 3:2 καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθ’ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν,
有一個人、生來是瘸腿的、天天被人抬來、放在殿的一個門口、那門名叫美門、要求進殿的人賙濟。
使徒行傳 3:6 εἶπεν δὲ Πέτρος· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, ὃ δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου περιπάτει.
彼得說、金銀我都沒有、只把我所有的給你、我奉拿撒勒人耶穌基督的名、叫你起來行走。
使徒行傳 4:32 Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν καρδία καὶ ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ’ ἦν αὐτοῖς πάντα κοινά.
那許多信的人、都是一心一意的、沒有一人說、他的東西有一樣是自己的、都是大家公用。
使徒行傳 4:34 οὐδὲ γὰρ ἐνδεής τις ἦν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων
內中也沒有一個缺乏的、因爲人人將田產房屋都賣了、把所賣的價銀拿來、放在使徒脚前.
使徒行傳 4:37 ὑπάρχοντος αὐτῷ ἀγροῦ πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν παρὰ τοὺς πόδας τῶν ἀποστόλων.
他有田地、也賣了、把價銀拿來、放在使徒脚前。
使徒行傳 5:4 οὐχὶ μένον σοὶ ἔμενεν καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ θεῷ.
田地還沒有賣、不是你自己的麼.旣賣了、價銀不是你作主麼.你怎麼心裏起這意念呢.你不是欺哄人、是欺哄神了。
使徒行傳 7:55 ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ,
但司提反被聖靈充滿、定睛望天、看見神的榮耀、又看見耶穌站在神的右邊.
使徒行傳 8:16 οὐδέπω γὰρ ἦν ἐπ’ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ.
因爲聖靈還沒有降在他們一個人身上.他們只奉主耶穌的名受了洗。
使徒行傳 10:12 ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα καὶ ἑρπετὰ τῆς γῆς καὶ πετεινὰ τοῦ οὐρανοῦ.
裏面有地上各樣四足的走獸、和昆蟲、並天上的飛鳥。
使徒行傳 16:3 τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ᾔδεισαν γὰρ ἅπαντες ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ ὑπῆρχεν.
保羅要帶他同去、只因那些地方的猶太人、都知道他父親是希利尼人、就給他行了割禮。
使徒行傳 16:20 καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπαν· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες,
又帶到官長面前說、這些人原是猶太人、竟騷擾我們的城、
使徒行傳 16:37 ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς· Δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν.
保羅卻說、我們是羅馬人、並沒有定罪、他們就在衆人面前打了我們、又把我們下在監裏.現在要私下攆我們出去麼、這是不行的.叫他們自己來領我們出去罷。
使徒行傳 17:24 ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων κύριος οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ
創造宇宙和其中萬物的神、旣是天地的主、就不住人手所造的殿.
使徒行傳 17:27 ζητεῖν τὸν θεὸν εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα.
要叫他們尋求神、或者可以揣摩而得、其實他離我們各人不遠.
使徒行傳 17:29 γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον.
我們旣是神所生的、就不當以爲神的神性像人用手藝、心思、所雕刻的金、銀、石。
使徒行傳 19:36 ἀναντιρρήτων οὖν ὄντων τούτων δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν.
這事旣是駁不倒的、你們就當安靜、不可造次。
使徒行傳 19:40 καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ οὐ δυνησόμεθα ἀποδοῦναι λόγον περὶ τῆς συστροφῆς ταύτης. καὶ ταῦτα εἰπὼν ἀπέλυσεν τὴν ἐκκλησίαν.
今日的擾亂、本是無緣無故、我們難免被查問.論到這樣聚衆、我們也說不出所以然來。
使徒行傳 21:20 οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν θεόν, εἶπόν τε αὐτῷ· Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ἐν τοῖς Ἰουδαίοις τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν·
他們聽見、就歸榮耀與神、對保羅說、兄臺、你看猶太人中信主的有多少萬、並且都爲律法熱心。
使徒行傳 22:3 Ἐγώ εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον,
保羅說、我原是猶太人、生在基利家的大數、長在這城裏、在迦瑪列門下、按着我們祖宗嚴緊的律法受教、熱心事奉神、像你們衆人今日一樣。
使徒行傳 27:12 ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν οἱ πλείονες ἔθεντο βουλὴν ἀναχθῆναι ἐκεῖθεν, εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον.
且因在這海口過冬不便、船上的人、就多半說、不如開船離開這地方、或者能到非尼基過冬.非尼基是革哩底的一個海口、一面朝東北、一面朝東南。
使徒行傳 27:21 Πολλῆς τε ἀσιτίας ὑπαρχούσης τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν· Ἔδει μέν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν.
衆人多日沒有喫甚麼、保羅就出來站在他們中間說、衆位、你們本該聽我的話、不離開革哩底、免得遭這樣的傷損破壞。
使徒行傳 27:34 διὸ παρακαλῶ ὑμᾶς μεταλαβεῖν τροφῆς, τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ ἀπὸ τῆς κεφαλῆς ἀπολεῖται.
所以我勸你們喫飯、這是關乎你們救命的事.因爲你們各人連一根頭髮、也不至於損壞。
使徒行傳 28:7 Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχεν χωρία τῷ πρώτῳ τῆς νήσου ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν.
離那地方不遠、有田產是島長部百流的.他接納我們、盡情款待三日。
使徒行傳 28:18 οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί·
他們審問了我、就願意釋放我.因爲在我身上、並沒有該死的罪。
羅馬書 4:19 καὶ μὴ ἀσθενήσας τῇ πίστει κατενόησεν τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον, ἑκατονταετής που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας,
他將近百歲的時候、雖然想到自己的身體如同已死、撒拉的生育已經斷絕、他的信心還是不輭弱.
哥林多前書 7:26 νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι.
因現今的艱難、據我看來、人不如守素安常纔好。
哥林多前書 11:7 ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων· ἡ γυνὴ δὲ δόξα ἀνδρός ἐστιν.
男人本不該蒙着頭、因爲他是神的形像和榮耀、但女人是男人的榮耀。
哥林多前書 11:18 πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω.
第一、我聽說你們聚會的時候、彼此分門別類.我也稍微的信這話。
哥林多前書 12:22 ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν,
不但如此、身上肢體人以爲輭弱的、更是不可少的.
哥林多前書 13:3 καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου, ἵνα καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.
我若將所有的賙濟窮人、又捨己身叫人焚燒、卻沒有愛、仍然與我無益。
哥林多後書 8:17 ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων αὐθαίρετος ἐξῆλθεν πρὸς ὑμᾶς.
他固然是聽了我的勸.但自己更是熱心、情願往你們那裏去。