πρό 之前、先前、以前
Strong G4253・介系詞・新約出現 47 次・英文:before
中文義項
- 在……前面;在……之前:在某個有生命或無生命物體前面的位置,該物體被視為具有前面和後面的空間方向(5 次)
- 之前;先前;以前;以先:在另一個時間點之前的一個時間點(32 次)
- 比……更加重要;最要緊的;高於:表示最重要的標記(3 次)
- 很快地;即將;快到了:(習語,直譯:在門口)在另一個時間點之後的一個時間點,表示事情即將發生,意思是說,隨後的事件被視為幾乎已經開始發生(1 次)
- 歷代以來;從萬世以來;從創世以來;歷世歷代:一段極其長久的時間,從假定的開始一直到現在(2 次)
- 在……之前;在先:(習語,直譯:在面前;意思相當於 πρό「之前」,但在修辭學上是稍微複雜的短語)一個時間點,可能就在另一個時間點之前很短的時間(4 次)
(a) of place: before, in front of, (b) of time: before, earlier than.
字形
- πρὸ 介系詞(42 次)
- Πρὸ 介系詞(5 次)
出處
馬太福音 5:12 χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.
應當歡喜快樂.因爲你們在天上的賞賜是大的.在你們以前的先知、人也是這樣逼迫他們。
馬太福音 6:8 μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς, οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν.
你們不可效法他們.因爲你們沒有祈求以先、你們所需用的、你們的父早已知道了。
馬太福音 8:29 καὶ ἰδοὺ ἔκραξαν λέγοντες· Τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;
他們喊着說、神的兒子、我們與你有甚麼相干.時候還沒有到、你就上這裏來叫我們受苦麼。
馬太福音 11:10 οὗτός ἐστιν περὶ οὗ γέγραπται· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
經上記着說、『我要差遣我的使者在你前面、豫備道路。』所說的就是這個人。
馬太福音 24:38 ὡς γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ γαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν,
當洪水以前的日子、人照常喫喝嫁娶、直到挪亞進方舟的那日.
馬可福音 1:2 Καθὼς γέγραπται ἐν τῷ Ἠσαΐᾳ τῷ προφήτῃ· Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου·
正如先知以賽亞書上記着說、(有古卷無以賽亞三字)『看哪、我要差遣我的使者在你前面、豫備道路.
路加福音 2:21 Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλλημφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.
滿了八天、就給孩子行割禮、與他起名叫耶穌、這就是沒有成胎以前、天使所起的名。
路加福音 7:27 οὗτός ἐστιν περὶ οὗ γέγραπται· Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
經上記着說、『我要差遣我的使者在你前面、豫備道路。』所說的就是這個人。
路加福音 9:52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν, ὡς ἑτοιμάσαι αὐτῷ·
便打發使者在他前頭走.他們到了撒瑪利亞的一個村莊、要爲他豫備。
路加福音 10:1 Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος καὶ ἑτέρους ἑβδομήκοντα δύο καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι.
這事以後、主又設立七十個人、差遣他們兩個兩個的、在他前面往自己所要到的各城各地方去。
路加福音 11:38 ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου.
這法利賽人看見耶穌飯前不洗手、便詫異。
路加福音 21:12 Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου·
但這一切的事以先、人要下手拿住你們、逼迫你們、把你們交給會堂、並且收在監裏、又爲我的名拉你們到君王諸侯面前。
路加福音 22:15 καὶ εἶπεν πρὸς αὐτούς· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν·
耶穌對他們說、我很願意在受害以先、和你們喫這逾越節的筵席。
約翰福音 1:48 λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε.
拿但業對耶穌說、你從那裏知道我呢。耶穌回答說、腓力還沒有招呼你、你在無花果樹底下、我就看見你了。
約翰福音 5:7 ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ ἄλλος πρὸ ἐμοῦ καταβαίνει.
病人回答說、先生、水動的時候、沒有人把我放在池子裏.我正去的時候、就有別人比我先下去。
約翰福音 10:8 πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶν καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα.
凡在我以先來的、都是賊、是強盜.羊卻不聽他們。
約翰福音 11:55 Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς.
猶太人的逾越節近了.有許多人從鄉下上耶路撒冷去、要在節前潔淨自己。
約翰福音 12:1 Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν Ἰησοῦς.
逾越節前六日、耶穌來到伯大尼、就是他叫拉撒路從死裏復活之處。
約翰福音 13:1 Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς.
逾越節以前、耶穌知道自己離世歸父的時候到了.他旣然愛世間屬自己的人、就愛他們到底。
約翰福音 13:19 ἀπ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα πιστεύσητε ὅταν γένηται ὅτι ἐγώ εἰμι.
如今事情還沒有成就、我要先告訴你們、叫你們到事情成就的時候、可以信我是基督。
約翰福音 17:5 καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.
父阿、現在求你使我同你享榮耀、就是未有世界以先、我同你所有的榮耀。
約翰福音 17:24 πάτερ, ὃ δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσιν μετ’ ἐμοῦ, ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμὴν ἣν δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.
父阿、我在那裏、願你所賜給我的人、也同我在那裏、叫他們看見你所賜給我的榮耀.因爲創立世界以前、你已經愛我了。
使徒行傳 5:36 πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ προσεκλίθη ἀνδρῶν ἀριθμὸς ὡς τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν.
從前丟大起來、自誇爲大.附從他的人約有四百.他被殺後、附從他的全都散了、歸於無有。
使徒行傳 12:6 Ὅτε δὲ ἤμελλεν προαγαγεῖν αὐτὸν ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσιν δυσίν, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν.
希律將要提他出來的前一夜、彼得被兩條鐵鍊鎖着、睡在兩個兵丁當中.看守的人也在門外看守。
使徒行傳 12:14 καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος.
聽得是彼得的聲音、就歡喜的顧不得開門、跑進去告訴衆人說、彼得站在門外。
使徒行傳 13:24 προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ.
在他沒有出來以先、約翰向以色列衆民宣講悔改的洗禮。
使徒行傳 14:13 ὅ τε ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελεν θύειν.
有城外丟斯廟的祭司、牽着牛、拿着花圈、來到門前、要同衆人向使徒獻祭。
使徒行傳 21:38 οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων;
你莫非是從前作亂、帶領四千凶徒、往曠野去的那埃及人麼。
使徒行傳 23:15 νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ ὅπως καταγάγῃ αὐτὸν εἰς ὑμᾶς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.
現在你們和公會要知會千夫長、叫他帶下保羅到你們這裏來、假作要詳細察考他的事.我們已經豫備好了、不等他來到跟前就殺他。
羅馬書 16:7 ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γέγοναν ἐν Χριστῷ.
又問我親屬與我一同坐監的安多尼古和猶尼亞安.他們在使徒中是有名望的、也是比我先在基督裏。
哥林多前書 2:7 ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν·
我們講的、乃是從前所隱藏、神奧祕的智慧、就是神在萬世以前、豫定使我們得榮耀的.
哥林多前書 4:5 ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ.
所以時候未到、甚麼都不要論斷、只等主來、他要照出暗中的隱情、顯明人心的意念。那時各人要從神那裏得着稱讚。
哥林多後書 12:2 οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων— εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν— ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ.
我認得一個在基督裏的人、他前十四年被提到第三層天上去.或在身內、我不知道.或在身外、我也不知道.只有神知道。
加拉太書 1:17 οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.
也沒有上耶路撒冷去、見那些比我先作使徒的.惟獨往亞拉伯去.後又回到大馬色。
加拉太書 2:12 πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλεν καὶ ἀφώριζεν ἑαυτόν, φοβούμενος τοὺς ἐκ περιτομῆς.
從雅各那裏來的人、未到以先、他和外邦人一同喫飯.及至他們來到、他因怕奉割禮的人、就退去與外邦人隔開了。
加拉太書 3:23 Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι.
但這因信得救的理、還未來以先、我們被看守在律法之下、直圈到那將來的眞道顯明出來。
以弗所書 1:4 καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ,
就如神從創立世界以前、在基督裏揀選了我們、使我們在他面前成爲聖潔、無有瑕疵.
歌羅西書 1:17 καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν,
他在萬有之先.萬有也靠他而立。
提摩太後書 1:9 τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων,
神救了我們、以聖召召我們、不是按我們的行爲、乃是按他的旨意、和恩典.這恩典是萬古之先、在基督耶穌裏賜給我們的.
提摩太後書 4:21 Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες.
你要趕緊在冬天以前到我這裏來。有友布羅、布田、利奴、革老底亞和衆弟兄、都問你安。
提多書 1:2 ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς θεὸς πρὸ χρόνων αἰωνίων
盼望那無謊言的神、在萬古之先所應許的永生、
希伯來書 11:5 Πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ θεός· πρὸ γὰρ τῆς μεταθέσεως μεμαρτύρηται εὐαρεστηκέναι τῷ θεῷ,
以諾因着信被接去、不至於見死.人也找不着他、因爲神已經把他接去了.只是他被接去以先、已經得了神喜悅他的明證。
雅各書 5:9 μὴ στενάζετε, ἀδελφοί, κατ’ ἀλλήλων, ἵνα μὴ κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν.
弟兄們、你們不要彼此埋怨、免得受審判.看哪、審判的主站在門前了。
雅各書 5:12 Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ, ἵνα μὴ ὑπὸ κρίσιν πέσητε.
我的弟兄們、最要緊的是不可起誓.不可指着天起誓、也不可指着地起誓、無論何誓都不可起.你們說話、是就說是、不是就說不是、免得你們落在審判之下。
彼得前書 1:20 προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ’ ἐσχάτου τῶν χρόνων δι’ ὑμᾶς
基督在創世以前、是豫先被神知道的、卻在這末世、纔爲你們顯現.
彼得前書 4:8 πρὸ πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν·
最要緊的是彼此切實相愛.因爲愛能遮掩許多的罪。
猶大書 1:25 μόνῳ θεῷ σωτῆρι ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν δόξα μεγαλωσύνη κράτος καὶ ἐξουσία πρὸ παντὸς τοῦ αἰῶνος καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας· ἀμήν.
願榮耀、威嚴、能力、權柄、因我們的主耶穌基督、歸與他、從萬古以前、並現今、直到永永遠遠。阿們。