πᾶς 所有、每個、各樣

Strong G3956・形容詞・新約出現 1244 次・英文:all, the whole, every kind of

中文義項

  1. 所有;每個;各樣;全部:任何物品、物質、集合或延伸的總體(1075 次)
  2. 任何;任何人;任何事:總體中的任何一個(58 次)
  3. 完全;一切;徹底;絕對;全部:全部或完整的程度(30 次)
  4. 整個;全體;全部;一切;總數:(加定冠詞)完整的或全體的,重點在於整體性(50 次)
  5. 各種各類的;各樣的:各種各類的總和(32 次)
  6. 定期;時常;常常:(習語,直譯:穿過所有)一些有關聯的時間點,按照一定的間隔發生(4 次)
  7. 總是;一直;連續地:(習語,直譯:穿過所有)一段持續的時間,或是連續的或是斷續的,沒有限期(8 次)

all, the whole, every kind of.

字形

出處(第 12 / 25 頁)

使徒行傳 20:27 οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ ὑμῖν.
因爲神的旨意、我並沒有一樣避諱不傳給你們的。

使徒行傳 20:28 προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου.
聖靈立你們作全羣的監督、你們就當爲自己謹愼、也爲全羣謹愼、牧養神的教會、就是他用自己血所買來的。(或作救贖的)

使徒行傳 20:32 καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς τῷ θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ οἰκοδομῆσαι καὶ δοῦναι τὴν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν.
如今我把你們交託神、和他恩惠的道.這道能建立你們、叫你們和一切成聖的人同得基業。

使徒行傳 20:35 πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ ὅτι αὐτὸς εἶπεν Μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν.
我凡事給你們作榜樣、叫你們知道、應當這樣勞苦、扶助輭弱的人、又當記念主耶穌的話、說、施比受更爲有福。

使徒行傳 20:36 Καὶ ταῦτα εἰπὼν θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο.
保羅說完了這話、就跪下同衆人禱告。

使徒行傳 20:37 ἱκανὸς δὲ κλαυθμὸς ἐγένετο πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν,
衆人痛哭、抱着保羅的頸項、和他親嘴。

使徒行傳 21:5 ὅτε δὲ ἐγένετο ἐξαρτίσαι ἡμᾶς τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν προσευξάμενοι
過了這幾天、我們就起身前行.他們衆人同妻子兒女、送我們到城外、我們都跪在岸上禱告、彼此辭別.

使徒行傳 21:18 τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι.
第二天、保羅同我們去見雅各.長老們也都在那裏。

使徒行傳 21:20 οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν θεόν, εἶπόν τε αὐτῷ· Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ἐν τοῖς Ἰουδαίοις τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν·
他們聽見、就歸榮耀與神、對保羅說、兄臺、你看猶太人中信主的有多少萬、並且都爲律法熱心。

使徒行傳 21:21 κατηχήθησαν δὲ περὶ σοῦ ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἔθεσιν περιπατεῖν.
他們聽見人說、你教訓一切在外邦的猶太人、離棄摩西、對他們說、不要給孩子行割禮、也不要遵行條規。

使徒行傳 21:24 τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς καὶ δαπάνησον ἐπ’ αὐτοῖς ἵνα ξυρήσονται τὴν κεφαλήν, καὶ γνώσονται πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς φυλάσσων τὸν νόμον.
你帶他們去、與他們一同行潔淨的禮、替他們拿出規費、叫他們得以剃頭.這樣、衆人就可知道、先前所聽見你的事都是虛的.並可知道、你自己爲人、循規蹈矩、遵行律法。

使徒行傳 21:27 Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ συνέχεον πάντα τὸν ὄχλον καὶ ἐπέβαλον ἐπ’ αὐτὸν τὰς χεῖρας,
那七日將完、從亞西亞來的猶太人、看見保羅在殿裏、就聳動了衆人、下手拿他、

使徒行傳 21:28 κράζοντες· Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχῇ διδάσκων, ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον.
喊叫說、以色列人來幫助、這就是在各處教訓衆人蹧踐我們百姓、和律法、並這地方的.他又帶着希利尼人進殿、汚穢了這聖地。

使徒行傳 22:3 Ἐγώ εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον,
保羅說、我原是猶太人、生在基利家的大數、長在這城裏、在迦瑪列門下、按着我們祖宗嚴緊的律法受教、熱心事奉神、像你們衆人今日一樣。

使徒行傳 22:5 ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρ’ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἰερουσαλὴμ ἵνα τιμωρηθῶσιν.
這是大祭司和衆長老都可以給我作見證的.我又領了他們達與弟兄的書信、往大馬色去、要把在那裏奉這道的人鎖拿、帶到耶路撒冷受刑。

使徒行傳 22:10 εἶπον δέ· Τί ποιήσω, κύριε; ὁ δὲ κύριος εἶπεν πρός με· Ἀναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι.
我說、主阿、我當作甚麼。主說、起來、進大馬色去、在那裏要將所派你作的一切事、告訴你。

使徒行傳 22:12 Ἁνανίας δέ τις ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων Ἰουδαίων,
那裏有一個人、名叫亞拿尼亞、按着律法是虔誠人、爲一切住在那裏的猶太人所稱讚。

使徒行傳 22:15 ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας.
因爲你要將所看見的、所聽見的、對着萬人爲他作見證。

使徒行傳 22:30 Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλὲς τὸ τί κατηγορεῖται ὑπὸ τῶν Ἰουδαίων ἔλυσεν αὐτόν, καὶ ἐκέλευσεν συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ πᾶν τὸ συνέδριον, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.
第二天、千夫長爲要知道猶太人控告保羅的實情、便解開他、吩咐祭司長和全公會的人、都聚集、將保羅帶下來、叫他站在他們面前。

使徒行傳 23:1 ἀτενίσας δὲ ὁ Παῦλος τῷ συνεδρίῳ εἶπεν· Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ θεῷ ἄχρι ταύτης τῆς ἡμέρας.
保羅定睛看着公會的人、說、弟兄們、我在神面前行事爲人、都是憑着良心、直到今日。

使徒行傳 24:3 πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας.
腓力斯大人、我們因你得以大享太平、並且這一國的弊病、因着你的先見、得以更正了.我們隨時隨地、滿心感謝不盡。

使徒行傳 24:5 εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα στάσεις πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως,
我們看這個人、如同瘟疫一般、是鼓動普天下衆猶太人生亂的、又是拿撒勒教黨裏的一個頭目.

使徒行傳 24:8 παρ’ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.
你自己究問他、就可以知道我們告他的一切事了。

使徒行傳 24:14 ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τῷ πατρῴῳ θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς ἐν τοῖς προφήταις γεγραμμένοις,
但有一件事、我向你承認、就是他們所稱爲異端的道、我正按着那道事奉我祖宗的神、又信合乎律法的、和先知書上一切所記載的.

使徒行傳 24:16 ἐν τούτῳ καὶ αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός.
我因此自己勉勵、對神、對人、常存無虧的良心。

使徒行傳 25:24 καί φησιν ὁ Φῆστος· Ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ ἅπαν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, βοῶντες μὴ δεῖν αὐτὸν ζῆν μηκέτι.
非斯都說、亞基帕王、和在這裏的諸位阿、你們看這人、就是一切猶太人在耶路撒冷、和這裏、曾向我懇求、呼叫說、不可容他再活着。

使徒行傳 26:2 Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων σήμερον ἀπολογεῖσθαι,
亞基帕王阿、猶太人所告我的一切事、今日得在你面前分訴、實爲萬幸.

使徒行傳 26:3 μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων· διὸ δέομαι μακροθύμως ἀκοῦσαί μου.
更可幸的、是你熟悉猶太人的規矩、和他們的辯論.所以求你耐心聽我。

使徒行傳 26:4 Τὴν μὲν οὖν βίωσίν μου τὴν ἐκ νεότητος τὴν ἀπ’ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν τε Ἱεροσολύμοις ἴσασι πάντες Ἰουδαῖοι,
我從起初在本國的民中、並在耶路撒冷、自幼爲人如何、猶太人都知道.

使徒行傳 26:11 καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.
在各會堂、我屢次用刑、強逼他們說褻瀆的話.又分外惱恨他們、甚至追逼他們直到外邦的城邑。

使徒行傳 26:14 πάντων τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λέγουσαν πρός με τῇ Ἑβραΐδι διαλέκτῳ· Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν.
我們都仆倒在地、我就聽見有聲音、用希伯來話、向我說、掃羅、掃羅、爲甚麼逼迫我.你用脚踢刺是難的。

使徒行傳 26:20 ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν τε καὶ Ἱεροσολύμοις, πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν ἀπήγγελλον μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.
先在大馬色、後在耶路撒冷、和猶太全地、以及外邦、勸勉他們應當悔改歸向神、行事與悔改的心相稱。

使徒行傳 26:29 ὁ δὲ Παῦλος· Εὐξαίμην ἂν τῷ θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν μεγάλῳ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος καὶ ἐγώ εἰμι παρεκτὸς τῶν δεσμῶν τούτων.
保羅說、無論是少勸、是多勸、我向神所求的、不但你一個人、就是今天一切聽我的、都要像我一樣、只是不要像我有這些鎖鍊。

使徒行傳 27:20 μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο ἐλπὶς πᾶσα τοῦ σῴζεσθαι ἡμᾶς.
太陽和星辰多日不顯露、又有狂風大浪催逼、我們得救的指望就都絕了。

使徒行傳 27:24 λέγων· Μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι, καὶ ἰδοὺ κεχάρισταί σοι ὁ θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ.
保羅、不要害怕、你必定站在該撒面前.並且與你同船的人、神都賜給你了。

使徒行傳 27:35 εἴπας δὲ ταῦτα καὶ λαβὼν ἄρτον εὐχαρίστησεν τῷ θεῷ ἐνώπιον πάντων καὶ κλάσας ἤρξατο ἐσθίειν.
保羅說了這話、就拿着餅、在衆人面前祝謝了神、擘開喫。

使徒行傳 27:36 εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφῆς.
於是他們都放下心、也就喫了。

使徒行傳 27:37 ἤμεθα δὲ αἱ πᾶσαι ψυχαὶ ἐν τῷ πλοίῳ διακόσιαι ἑβδομήκοντα ἕξ.
我們在船上的、共有二百七十六個人。

使徒行傳 27:44 καὶ τοὺς λοιποὺς οὓς μὲν ἐπὶ σανίσιν οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου· καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν.
其餘的人、可以用板子、或船上的零碎東西上岸.這樣、衆人都得了救上了岸。

使徒行傳 28:2 οἵ τε βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν, ἅψαντες γὰρ πυρὰν προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος.
土人看待我們、有非常的情分、因爲當時下雨、天氣又冷、就生火、接待我們衆人。

使徒行傳 28:30 Ἐνέμεινεν δὲ διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν,
保羅在自己所租的房子裏、住了足足兩年。凡來見他的人、他全都接待、

使徒行傳 28:31 κηρύσσων τὴν βασιλείαν τοῦ θεοῦ καὶ διδάσκων τὰ περὶ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάσης παρρησίας ἀκωλύτως.
放膽傳講神國的道、將主耶穌基督的事教導人、並沒有人禁止。

羅馬書 1:5 δι’ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσιν τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ,
我們從他受了恩惠、並使徒的職分、在萬國之中叫人爲他的名信服眞道.

羅馬書 1:7 πᾶσιν τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς θεοῦ, κλητοῖς ἁγίοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
我寫信給你們在羅馬爲神所愛、奉召作聖徒的衆人。願恩惠平安、從我們的父神、並主耶穌基督、歸與你們。

羅馬書 1:8 Πρῶτον μὲν εὐχαριστῶ τῷ θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ περὶ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.
第一、我靠着耶穌基督、爲你們衆人感謝我的神.因你們的信德傳遍了天下。

羅馬書 1:16 Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον, δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι·
我不以福音爲恥.這福音本是神的大能、要救一切相信的、先是猶太人、後是希利尼人。

羅馬書 1:18 Ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ’ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων,
原來神的忿怒、從天上顯明在一切不虔不義的人身上、就是那些行不義阻擋眞理的人。

羅馬書 1:29 πεπληρωμένους πάσῃ ἀδικίᾳ πονηρίᾳ πλεονεξίᾳ κακίᾳ, μεστοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας, ψιθυριστάς,
裝滿了各樣不義、邪惡、貪婪、惡毒.(或作陰毒)滿心是嫉妒、凶殺、爭競、詭詐、毒恨.

羅馬書 2:1 Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε πᾶς ὁ κρίνων· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις, τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων·
你這論斷人的、無論你是誰、也無可推諉、你在甚麼事上論斷人、就在甚麼事上定自己的罪.因你這論斷人的、自己所行卻和別人一樣。

羅馬書 2:9 θλῖψις καὶ στενοχωρία, ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος·
將患難、困苦、加給一切作惡的人、先是猶太人、後是希利尼人.

← 上一頁 下一頁 →